Κεφάλαιο 06


Τὸ ἄνοιγμα τῶν σφραγίδων
ΣΤ´
()
ΚΑΙ εἶδον ὅτι ἤνοιξε τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων· καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς φωνὴ βροντῆς·
__ἔρχου.
2 καὶ εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτὸν ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν καὶ ἵνα νικήσῃ.

3 Κα
ὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος·
__ ἔρχου.


4 καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ (σ΄αυτόν ο οποίος καθόταν) ἐπ᾿ (πάνω σε ) αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα (για να ) ἀλλήλους (ο ένας τον άλλον) σφάξωσι, καὶ ἐδόθη αὐτῷ (σ' αυτόν) μάχαιρα μεγάλη.
5 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος·
__ἔρχου.

καὶ εἶδον, καὶ ἰδοὺ ἵππος (άλογο) μέλας (μαύρο, μελανό), καὶ ὁ καθήμενος ἐπ᾿ αὐτὸν ἔχων ζυγὸν (ζυγαριάν) ἐν τῇ χειρὶ αὐτοῦ·
6 καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν·
__ χοῖνιξ (μονάδα μέτρησης βάρους- προϊόντων) σίτου δηναρίου (κανουν ένα δηνάριο- νόμισμα της εποχής) καὶ τρεῖς χοίνικες κριθῆς δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον (κρασί) μὴ ἀδικήσῃς.


7 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος·
__ ἔρχου.
8 καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει μετ᾿ αὐτοῦ· καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.


9 Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν τοῦ ἀρνίου ἣν (την οποίαν) εἶχον·
10 καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες·
__ ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ὁ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;

11 καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσωνται ἔτι (ακόμη) χρόνον μικρόν, ἕως πληρώσωσι καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.



12 Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος μέλας ἐγένετο ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα,
13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλουσα τοὺς ὀλύνθους (τα άνθη) αὐτῆς, ὑπὸ ἀνέμου μεγάλου σειομένη,
14 κα
ὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον , καὶ πᾶν (κάθε) ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν·
15 καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων,
16 καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις·
___πέσατε ἐφ᾿ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,
17 ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ, καὶ τίς (ποιος) δύναται (μπορεί) σταθῆναι (να σταθεί);





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Καλώς ήλθατε

Από την θέση της Αρχικής σελίδας του Ιστότοπου που είναι αφιερωμένος στην Αποκάλυψη, σας καλωσορίζω ως δημιουργός και διαχειρίστριά του και...